Add parallel Print Page Options

11 Καὶ εἰσῆλθεν εἰς [a]Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα [b]ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. 13 καὶ ἰδὼν συκῆν [c]ἀπὸ μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα [d]τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, [e]ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14 καὶ [f]ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι [g]εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

15 Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ [h]εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ [i]τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 17 καὶ ἐδίδασκεν [j]καὶ ἔλεγεν [k]αὐτοῖς· Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ [l]πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ [m]ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, [n]πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 Καὶ [o]ὅταν ὀψὲ ἐγένετο, [p]ἐξεπορεύοντο ἔξω τῆς πόλεως.

20 Καὶ [q]παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· 23 [r]ἀμὴν λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ [s]πιστεύῃ ὅτι [t]ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24 διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα [u]προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι [v]ἐλάβετε, καὶ ἔσται ὑμῖν.

25 καὶ ὅταν [w]στήκετε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα [x]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 Ἱεροσόλυμα WH Treg NIV ] + ὁ Ἰησοῦς καὶ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:11 ὀψὲ WH ] ὀψίας Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ἀπὸ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 τι εὑρήσει WH Treg NIV ] εὑρήσει τι RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:13 ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NIV ] οὐ γὰρ ἦν καιρὸς RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:14 εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NIV ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 εἰσελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:15 τοὺς WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 καὶ ἔλεγεν WH Treg NIV ] λέγων RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 αὐτοῖς Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:17 πεποιήκατε WH Treg NIV ] ἐποιήσατε RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:18 πᾶς γὰρ WH Treg NIV ] ὅτι πᾶς RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:19 ὅταν WH Treg NIV ] ὅτε RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:19 ἐξεπορεύοντο WH Treg NIV ] ἐξεπορεύετο RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:20 παραπορευόμενοι πρωῒ WH Treg NIV ] πρωῒ παραπορευόμενοι RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ἀμὴν WH NIV ] + γὰρ Treg RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 πιστεύῃ WH NIV ] πιστεύσῃ Treg RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:23 ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NIV ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NIV ] ἄν προσευχόμενοιαἰτῆσθε RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:24 ἐλάβετε WH Treg NIV ] λαμβάνετε RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 στήκετε WH Treg NIV ] στήκητε RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 11:25 ὑμῶν WH Treg NIV ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP